Πέμπτη, Δεκεμβρίου 08, 2011

ΛΟΥΚΟΥΛΛΟΣ: ΕΝΑΣ ΠΑΡΟΙΜΙΩΔΗΣ ΚΑΛΟΠΕΡΑΣΑΚΙΑΣ


ΛΟΥΚΟΥΛΛΟΣ, ΕΝΑΣ ΘΡΥΛΙΚΟΣ  ΚΑΛΟΠΕΡΑΣΑΚΙΑΣ
Lucius Licinius Lucullus (περ. 117 π.Χ.–57/56 π.Χ.),

 Υπερδραστήριος Ρωμαίος δημόσιος άνδρας, που έμεινε στην Ιστορία όχι μόνο
για τους αλλεπάλληλους πολέμους του στη Μικρά Ασία και τη Μέση Ανατολή,
αλλά και για τη σκανδαλωδώς δαπανηρή ζωή του, στην οποία εξέχουσα θέση
είχαν τα πλουσιοπάροχα συμπόσια, τα οποία διαρκούσαν πολλές μέρες και
περιλάμβαναν κάθε είδους εξωφρενικές  διασκεδάσεις .

1. Αναπαράσταση της καταπληκτικής σε ομορφιά  περιοχής, όπου
βρίσκονταν το χειμερινό κατάλυμα και οι θαυμαστοί κήποι του Λούκουλλου
2. ΠΑΤΗΣΤΕ ΕΔΩ ΓΙΑ ΝΑ ΜΑΘΕΤΕ
ΠΩΣ ΓΛΕΝΤΟΥΣΕ Ο ΛΟΥΚΟΥΛΛΟΣ:>  Λούκουλλος, ο πρωτοπόρος μπον βιβέρ


3. ΤΙ ΓΡΑΦΕΙ Ο ΠΛΟΥΤΑΡΧΟΣ ΓΙΑ ΤΟ ΔΑΠΑΝΗΡΟ ΒΙΟ
ΤΟΥ ΜΕΓΑΛΟΥ ΓΛΕΝΤΟΚΟΠΟΥ




39. Ἔστι δ' οὖν τοῦ Λευκόλλου βίου καθάπερ ἀρχαίας κωμῳδίας ἀναγνῶναι τὰ μὲν πρῶτα πολιτείας καὶ στρατηγίας, τὰ δ' ὕστερα πότους καὶ δεῖπνα καὶ μονονουχὶ [2] κώμους καὶ λαμπάδας καὶ παιδιὰν ἅπασαν. εἰς παιδιὰν γὰρ ἔγωγε τίθεμαι καὶ οἰκοδομὰς πολυτελεῖς καὶ κατασκευὰς περιπάτων καὶ λουτρῶν καὶ ἔτι μᾶλλον γραφὰς καὶ ἀνδριάντας καὶ τὴν περὶ ταύτας τὰς τέχνας σπουδήν, ἃς ἐκεῖνος συνῆγε μεγάλοις ἀναλώμασιν, εἰς ταῦτα τῷ πλούτῳ ῥύδην καταχρώμενος, ὃν ἠθροίκει πολὺν καὶ λαμπρὸν ἀπὸ τῶν στρατειῶν, ὅπου καὶ νῦν, ἐπίδοσιν τοιαύτην τῆς τρυφῆς ἐχούσης, οἱ Λευκολλιανοὶ κῆποι τῶν [3] βασιλικῶν ἐν τοῖς πολυτελεστάτοις ἀριθμοῦνται. τὰ δ' ἐν τοῖς παραλίοις καὶ περὶ Νέαν πόλιν ἔργα, λόφους ἀνακρεμαννύντος αὐτοῦ μεγάλοις ὀρύγμασι, καὶ τροχοὺς θαλάσσης καὶ διαδρομὰς ἰχθυοτρόφους τοῖς οἰκητηρίοις περιελίσσοντος, καὶ διαίτας ἐναλίους κτίζοντος, ὁ Στωικὸς Τουβέρων θεασάμενος Ξέρξην αὐτὸν ἐκ τηβέννου προση[4]γόρευσεν. ἦσαν δ' αὐτῷ περὶ Τοῦσκλον ἐγχώριοι δίαιται καὶ κατασκευαὶ περιόπτων καὶ ἀναπεπταμένων ἀνδρώνων καὶ περιπάτων, ἐν αἷς ὁ Πομπήιος γενόμενος ἐμέμφετο τὸν Λεύκολλον, ὅτι πρὸς θέρος ἄριστα διαθεὶς τὴν [5] ἔπαυλιν ἀοίκητον ἐν χειμῶνι πεποίηκε. γελάσας οὖν ἐκεῖνος "εἶτα" ἔφη "σοὶ δοκῶ ἐλάττονα τῶν γεράνων νοῦν ἔχειν καὶ τῶν πελαργῶν, ὥστε ταῖς ὥραις μὴ συμμεταβάλλειν τὰς διαίτας;" στρατηγοῦ δέ ποτε φιλοτιμουμένου περὶ θέας, καὶ χορῷ τινι κόσμον αἰτουμένου πορφυρᾶς χλαμύδας, ἀπεκρίνατο σκεψάμενος ἂν ἔχῃ δώσειν, εἶτα μεθ' ἡμέραν ἠρώτησεν αὐτὸν ὁπόσων δέοιτο. τοῦ δ' ἑκατὸν ἀρκέσειν φήσαντος, ἐκέλευσε λαβεῖν δὶς τοσαύτας· εἰς ὃ καὶ Φλάκκος ὁ ποιητὴς ἐπιπεφώνηκεν, ὡς οὐ νομίζοι πλοῦτον, οὗ μὴ τὰ παρορώμενα καὶ λανθάνοντα πλείονα τῶν φαινομένων ἐστί.
40. Νεόπλουτα δ' ἦν τοῦ Λευκόλλου τὰ δεῖπνα τὰ καθ' ἡμέραν, οὐ μόνον στρωμναῖς ἁλουργέσι καὶ διαλίθοις ἐκπώμασι καὶ χοροῖς καὶ ἀκροάμασιν ἐπεισοδίοις, ἀλλ' ὄψων τε παντοδαπῶν καὶ πεμμάτων περιττῶς διαπεπονημένων παρασκευαῖς ζηλωτὸν ἀνελευθέροις ποι[2]οῦντος ἑαυτόν. ὁ γοῦν Πομπήιος εὐδοκίμησεν <ὅτι> νοσῶν, τοῦ μὲν ἰατροῦ κίχλην αὐτὸν λαβεῖν κελεύσαντος, τῶν δ' οἰκετῶν οὐκ ἂν εὑρεῖν ἀλλαχόθι φαμένων θέρους ὥρᾳ κίχλην ἢ παρὰ Λευκόλλῳ σιτευομένην, οὐκ εἴασε λαβεῖν ἐκεῖθεν, ἀλλ' εἰπὼν πρὸς τὸν ἰατρόν "οὐκοῦν εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησεν;" ἄλλο [3] τι παρασκευάσαι τῶν εὐπορίστων ἐκέλευσε. Κάτων δ' ἦν αὐτῷ φίλος καὶ οἰκεῖος, οὕτω δὲ τὸν βίον αὐτοῦ καὶ τὴν δίαιταν ἐδυσχέραινεν, ὥστε νέου τινὸς ἐν τῇ βουλῇ λόγον ἐπαχθῆ καὶ μακρὸν ἀκαίρως ὑπὲρ εὐτελείας καὶ σωφροσύνης διελθόντος, ἐπαναστὰς ὁ Κάτων "οὐ παύσῃ" ἔφη "σὺ πλουτῶν μὲν ὡς Κράσσος, ζῶν δ' ὡς Λεύκολλος, λέγων δ' ὡς Κάτων;" ἔνιοι δὲ τοῦτο ῥηθῆναι μὲν οὕτως, ὑπὸ Κάτωνος δ' οὐ λέγουσιν.

4. Carl Haag : "Η έπαυλη του Λούκουλλου στο  Misenum  του κόλπου της Νάπολης"

41. Ὁ μέντοι Λεύκολλος οὐχ ἡδόμενος μόνον, ἀλλὰ καὶ σεμνυνόμενος τῷ βίῳ τούτῳ δῆλος ἦν ἐκ τῶν ἀπο[2]μνημονευομένων. λέγεται γὰρ Ἕλληνας ἀνθρώπους ἀναβάντας εἰς Ῥώμην ἑστιᾶν ἐπὶ πολλὰς ἡμέρας, τοὺς δ' ὄντως Ἑλληνικόν τι παθόντας, αἰσχύνεσθαι καὶ διωθεῖσθαι τὴν κλῆσιν, ὡς δι' αὐτοὺς καθ' ἡμέραν τοσούτων ἀναλισκομένων· τὸν οὖν Λεύκολλον εἰπεῖν μειδιάσαντα πρὸς αὐτούς· "γίνεται μέν τι τούτων καὶ δι' ὑμᾶς ὦ ἄνδρες Ἕλληνες· τὰ μέντοι πλεῖστα γίνεται διὰ Λεύ[3]κολλον." ἐπεὶ δὲ μόνου δειπνοῦντος αὐτοῦ μία τράπεζα καὶ μέτριον παρεσκευάσθη δεῖπνον, ἠγανάκτει καλέσας τὸν ἐπὶ τούτῳ τεταγμένον οἰκέτην. τοῦ δὲ φήσαντος ὡς οὐκ ᾤετο μηδενὸς κεκλημένου πολυτελοῦς τινος αὐτὸν δεήσεσθαι, "τί λέγεις;" εἶπεν "οὐκ ᾔδεις ὅτι σήμερον [4] παρὰ Λευκόλλῳ δειπνεῖ Λεύκολλος;" ὄντος δὲ περὶ τούτων ὡς εἰκὸς ἐν τῇ πόλει λόγου πολλοῦ, προσῆλθον αὐτῷ κατ' ἀγορὰν σχολὴν ἄγοντι Κικέρων καὶ Πομπήιος, ὁ μὲν ἐν τοῖς μάλιστα φίλος ὢν καὶ συνήθης, Πομπηίῳ δ' ἦν μὲν ἐκ τῆς στρατηγίας διαφορὰ πρὸς αὐτόν, εἰώθεισαν δὲ χρῆσθαι καὶ διαλέγεσθαι πολλάκις [5] ἐπιεικῶς ἀλλήλοις. ἀσπασάμενος οὖν ὁ Κικέρων αὐτὸν ἠρώτησεν, ὅπως ἔχοι πρὸς ἔντευξιν· τοῦ δὲ φήσαντος ὡς ἄριστα καὶ παρακαλοῦντος ἐντυγχάνειν, "ἡμεῖς" ἔφη "βουλόμεθα δειπνῆσαι παρὰ σοὶ τήμερον οὕτως ὅπως [6] ἔσται σοι παρεσκευασμένα." θρυπτομένου δὲ τοῦ Λευκόλλου καὶ μεταλαβεῖν ἡμέραν ἀξιοῦντος, οὐκ ἔφασαν ἐπιτρέψειν, οὐδ' εἴων διαλέγεσθαι τοῖς οἰκέταις, ἵνα μή τι πλέον κελεύσῃ γενέσθαι τῶν αὐτῷ γινομένων, πλὴν τοσοῦτο μόνον αἰτουμένῳ συνεχώρησαν εἰπεῖν πρὸς ἕνα τῶν οἰκετῶν ἐναντίον ἐκείνων, ὅτι τήμερον ἐν τῷ Ἀπόλλωνι δειπνήσοι· τοῦτο γάρ τις εἶχε τῶν πολυτελῶν οἴκων [7] ὄνομα. καὶ τοῦτο σεσοφισμένος ἐλελήθει τοὺς ἄνδρας. ἑκάστῳ γὰρ ὡς ἔοικε δειπνητηρίῳ τεταγμένον ἦν τίμημα δείπνου, καὶ χορηγίαν ἰδίαν καὶ παρασκευὴν ἕκαστον εἶχεν, ὥστε τοὺς δούλους ἀκούσαντας ὅπου βούλεται δειπνεῖν, εἰδέναι πόσον δαπάνημα καὶ ποῖόν τι κόσμῳ καὶ διαθέσει γενέσθαι δεῖ τὸ δεῖπνον· εἰώθει δὲ δειπνεῖν ἐν τῷ Ἀπόλλωνι πέντε μυριάδων· καὶ τότε τοσούτου τελεσθέντος, ἐξέπληξε τοὺς περὶ τὸν Πομπήιον ἐν τῷ μεγέθει τῆς δαπάνης τὸ τάχος τῆς παρασκευῆς. εἰς ταῦτα μὲν οὖν ὑβριστικῶς ἐχρῆτο τῷ πλούτῳ καθάπερ ὄντως αἰχμαλώτῳ καὶ βαρβάρῳ.
 
5.Gustave Boulanger : "Ευχάριστες ώρες στο σπίτι του Λούκουλλου"

Δεν υπάρχουν σχόλια:

ΑΝΑΣΚΟΠΗΣΗ S11E06: ΨΩΜΙ ΠΑΙΔΕΙΑ ΕΛΕΥΘΕΡΙΑ

Δεν έχουμε χούντα. Δεν έχουμε χούντα. Δεν έχουμε χούντα. Επειδή ξέρουμε ότι θα μας υπενθυμίσετε πολλές φορές ότι δεν έχουμε χούντα, το λέμε ...